Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 44.27 Dem. 44.31 (English) >>Dem. 44.34

44.29τί γὰρ δεῖ ποιεῖν ἡμᾶς, ἄνδρες δικασταί; διὰ τριῶν τῆς ποιήσεως ἐμμενούσης, καὶ τοῦ τελευταίου ἐγκαταλειφθέντος, τούτου ἄπαιδος τετελευτηκότος, μὴ κομίσασθαι τὰ ἡμέτερʼ αὐτῶν χρόνῳ ποτέ; τοῦτο τοίνυν ἔχοντες τὸ δίκαιον ἐλάχομεν τοῦ κλήρου πρὸς τὸν ἄρχοντα. οὑτοσὶ δὲ Λεωχάρης προπετῶς διαμαρτυρήσας τὰ ψευδῆ, οἴεται δεῖν παρὰ πάντας τοὺς νόμους ἀποστερῆσαι ἡμᾶς τῆς κληρονομίας.

44.30πρῶτον μὲν οὖν, ὅτι τά τε περὶ τὰς ποιήσεις καὶ τὸ γένος τὸ τούτων ἀληθῆ εἰρήκαμεν, καὶ λουτροφόρος ἐφέστηκεν ἐπὶ τῷ τοῦ Ἀρχιάδου μνήματι, ταύτας ὑμῖν τὰς μαρτυρίας βουλόμεθʼ ἀναγνῶναι· ἔπειτʼ ἤδη καὶ τὰ λοιπὰ σαφῶς διδάξομεν ὑμᾶς, ὥστʼ ἐξελέγξαι τούτους τὰ ψευδῆ διαμεμαρτυρηκότας. καί μοι λαβὲ τὰς μαρτυρίας ἃς λέγω.Μαρτυρίαι

44.31 μὲν τοίνυν τοῦ πράγματος λόγος καὶ τὸ ἁπλοῦν δίκαιον περὶ τῆς κληρονομίας οὕτως ἔχει, ἄνδρες δικασταί, τῶν τε πεπραγμένων ἐξ ἀρχῆς αὐτὰ τὰ κεφάλαια σχεδόν τι ἀκηκόατε. δὲ μετὰ τὴν τοῦ κλήρου λῆξιν πεποιήκασι καὶ ὃν τρόπον ἡμῖν κεχρημένοι εἰσίν, ἀναγκαῖον νομίζω εἰπεῖν· οἴομαι γὰρ περὶ κλήρου ἀγῶνα μηδένας ἄλλους παρανενομῆσθαι τοιαῦτα οἷα ἡμᾶς. 44.32ἐπειδὴ γὰρ ἐτελεύτησεν Λεωκράτης καὶ ταφὴ ἐγένετο αὐτῷ, πορευομένων ἡμῶν εἰς τὰ κτήματα διὰ τὸ ἄπαιδά τε τὸν ἄνδρα καὶ ἄγαμον τετελευτηκέναι, ἐξήγαγε Λεώστρατος οὑτοσὶ φάσκων αὑτοῦ εἶναι. καὶ ὅτι μὲν ποιεῖν τι τῶν νομιζομένων ἐκώλυσεν ἡμᾶς τῷ τετελευτηκότι, πατὴρ ὢν αὐτὸς ἐκείνου, ἴσως ἔχει λόγον, καίπερ ὄντος παρανόμου τοῦ ἔργου· τῷ γὰρ φύσει ὄντι πατρὶ τῆς ταφῆς τὴν ἐπιμέλειαν παραδίδοσθαι εἰκός ἐστιν, ἔπειτα μέντοι καὶ τοῖς οἰκείοις ἡμῖν, ὧν ἦν συγγενὴς κατὰ τὴν ποίησιν τετελευτηκώς.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 44.27 Dem. 44.31 (English) >>Dem. 44.34

Powered by PhiloLogic